Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.115 Joseph. AJ 6.119 (English) >>Joseph. AJ 6.123

6.117βουλόμενος γὰρ αὑτῷ τε τιμωρῆσαι καὶ δίκην ἀπολαβεῖν παρὰ τῶν Παλαιστίνων ἐπαρᾶται τοῖς Ἑβραίοις, ἵνʼ εἴ τις ἀποσχόμενος τοῦ φονεύειν τοὺς ἐχθροὺς φάγοι καὶ μὴ μέχρι νὺξ ἐπελθοῦσα τῆς ἀναιρέσεως καὶ τῆς διώξεως αὐτοὺς παύσει τῶν πολεμίων, οὗτος ἐπάρατος . 6.118τοῦ δὲ Σαούλου τοῦτο φήσαντος, ἐπεὶ κατά τινα δρυμὸν ἐγένοντο βαθὺν καὶ μελισσῶν γέμοντα τῆς Ἐφράμου κληρουχίας, τοῦ Σαούλου παῖς οὐκ ἐπακηκοὼς τῆς τοῦ πατρὸς ἀρᾶς οὐδὲ τῆς ἐπʼ αὐτῇ τοῦ πλήθους ὁμολογίας ἀποθλίψας τι κηρίον τοῦ μέλιτος ἤσθιε. 6.119μεταξὺ δὲ γνοὺς, ὅτι μετὰ δεινῆς ἀρᾶς πατὴρ ἀπεῖπε μὴ γεύσασθαί τινα πρὸ ἡλίου δυσμῶν, ἐσθίων μὲν ἐπαύσατο, ἔφη δὲ οὐκ ὀρθῶς κωλῦσαι τὸν πατέρα· μετὰ μείζονος γὰρ ἰσχύος ἂν καὶ προθυμίας διώκοντας, εἰ τροφῆς μετελάμβανον, πολλῷ πλείονας τῶν ἐχθρῶν καὶ λαβεῖν καὶ φονεῦσαι. 6.120

Πολλὰς γοῦν κατακόψαντες μυριάδας τῶν Παλαιστίνων δείλης ὀψίας ἐπὶ διαρπαγὴν τοῦ στρατοπέδου τῶν Παλαιστίνων τρέπονται, καὶ λείαν πολλὴν καὶ βοσκήματα λαβόντες κατασφάζουσι καὶ ταῦτʼ ἔναιμα κατήσθιον. ἀπαγγέλλεται δὲ τῷ βασιλεῖ ὑπὸ τῶν γραμματέων, ὅτι τὸ πλῆθος εἰς τὸν θεὸν ἐξαμαρτάνει θῦσαν καὶ πρὶν τὸ αἷμα καλῶς ἀποπλῦναι καὶ τὰς σάρκας ποιῆσαι καθαρὰς ἐσθίον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.115 Joseph. AJ 6.119 (English) >>Joseph. AJ 6.123

Powered by PhiloLogic